Iamblichus, De Mysteriis 3.26 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.25 (part 3) · Iamblichus, De Mysteriis 3.26 (part 2) →
Iamblichus, De Mysteriis 3.26 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Πολλὰ μὲν οὖν ἄν τις θαυμάσειε καὶ ἄλλα τῆς ἀντιλογικῆς καινοτομίας, ἀτὰρ δὴ καὶ τὴν ἐναντίωσιν τῶν δοξασμάτων καταπλαγείη ἂν εἰκότως, εἰ τῆς ὅλης ὑποθέσεως φαινομένης μόνον παρὰ τοῖς γόησιν, οὔσης δὲ οὐδαμῶς καὶ παρὰ τοῖς ἐκ πάθους ἢ νοσήματος ὁρμωμένοις, ἀπατηλῶς πάντῃ διακειμένοις τολμᾷ λέγειν, ὡς ἔνεστι καὶ τῆς ἀληθείας αὐτοὺς τυγχάνειν. ποία γὰρ ἀρχὴ τῶν ἀληθῶν ἢ τίς ἀφορμὴ ἢ μικρὰ ἢ μείζων ἐνυπάρξειε τῆς ἐπὶ τὸ ἐν αὐτοῖς ἐπιβολῆς; δεῖ δὲ μὴ τοιαύτην λαμβάνειν τὴν ἀλήθειαν, οἵα γένοιτ’ ἄν ποτε καὶ κατὰ συντυχίαν· ἐπεὶ τοί γε καὶ τοῖς εἰκῆ φερομένοις συμπίπτει γράφεσθαι· μηδὲ τοιαύτην οἷα τὰ δρώμενα πρὸς τὰ δρῶντα συνομολογεῖ συμφώνως· καὶ γὰρ καὶ ταῖς αἰσθήσεσι καὶ ταῖς φαντασίαις τῶν ζώων ταῦτα σύνεστιν· οὐδὲν οὖν ἔχει οἰκεῖον οὐδὲ θεῖον οὐδὲ κρεῖττον τῆς κοινῆς φύσεως ἀληθές· ἀλλ’ ἥτις ἕστηκε κατ’ ἐνέργειαν ὡσαύτως καὶ παροῦσαν ἔχει τῶν ὄντων τὴν ὅλην εἴδησιν, τῇ τε οὐσίᾳ τῶν πραγμάτων συμφυής ἐστι· καὶ ἀπτῶτι τῷ λόγῳ χρῆται καὶ τελείως οἶδε πάντα καὶ ἀραρότως καὶ ὡρισμένως. ταύτην τῇ μαντείᾳ συναπτέον. πολλοῦ ἄρα δεῖ φυσική τις εἶναι αὕτη, οἵα τῶν ζώων ἐνίοις σεισμῶν ποτὲ καὶ ὑετῶν ἐμπέφυκε πρόληψις. συμπαθὴς γὰρ αὕτη ἄλλως συμβαίνει συγκινουμένων τινῶν ζώων μοίραις τισὶ τοῦ παντὸς καὶ δυνάμεσιν, ἢ διά τινα αἰσθήσεως ὀξύτητα προαισθανομένων τῶν περὶ τὸν ἀέρα μὲν ἤδη συμπιπτόντων πραγμάτων, οὐδέπω δὲ τοῖς περὶ γῆν τόποις συμφερομένων.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.26
Cite as
Iamblichus, De Mysteriis 3.26 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.26