Iamblichus, De Mysteriis 3.26 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.26 (part 1) · Iamblichus, De Mysteriis 3.27 (part 1) →
Iamblichus, De Mysteriis 3.26 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
Εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, οὐ δεῖ, εἴ τινα ἐκ φύσεως ἐπιβολὴν εἰς τὰ ὄντα παρειλήφαμεν ἢ τοῦ μέλλοντος ἐπαφήν, ἐγκρίνειν ταύτην ὡς μαντικὴν πρόγνωσιν· ἀλλ’ ὁμοία μέν ἐστι μαντικῇ, πλὴν οὐδὲν αὐτῇ βεβαιότητος ἢ ἀληθείας ἀπολείπεται· τὸ δ’ ὡς ἐπὶ τὸ πολὺ τυγχάνον οὐκ ἀεί ἐστι· καὶ ἐπί τινων μέν, οὐχὶ δ’ ἐπὶ πάντων ἀληθὲς ἐροῦσι· ὅθεν δὴ οὐδ’ εἴ τίς ἐστιν ἐν ταῖς τέχναις, ὥσπερ ἐν κυβερνητικῇ τε καὶ ἰατρικῇ προσκοποῦσα τὸ μέλλον μάθησις, οὐδὲν προσήκει τῇ θείᾳ προγνώσει· ἐξ εἰκότων γὰρ ἀναλογίζεται τὸ μέλλον καὶ σημείοις τισὶ τεκμηριοῦται καὶ τούτοις οὐκ ἀεὶ πιστοῖς οὐδ’ ὡσαύτως συνηρτημένον ἔχουσι τὸ δηλούμενον, οὗπέρ ἐστι τὰ σημεῖα δείγματα. τῆς δὲ θείας προνοίας τῶν ἐσομένων βέβαιος ἡ εἴδησις προηγεῖται, καὶ ἀπὸ τῶν αἰτίων ἀμετάπτωτος ἡ πίστωσις, συνηρτημένη τε πάντων πρὸς ἅπαντα ἀδιάλυτος κατάληψις, καὶ ὡσαύτως ἀεὶ μένουσα τῶν ὅλων ὥσπερ παρόντων καὶ ὡρισμένων διάγνωσις.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.26
Cite as
Iamblichus, De Mysteriis 3.26 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.26