🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.27 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.26 (part 2) · Iamblichus, De Mysteriis 3.27 (part 2) →

Iamblichus, De Mysteriis 3.27 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Οὐ δὴ τοῦτο λέγειν δεῖ, ὡς καὶ φύσις καὶ τέχνη καὶ ἡ συμπάθεια τῶν ὡς ἐν ἑνὶ ζώῳ τῷ παντὶ μερῶν προδηλώσεις ἔχει τινῶν πρὸς ἄλληλα, οὐδ’ ὅτι τὰ σώματα οὕτω κατεσκεύασται ὡς εἶναι προσημασίαν ἀπὸ τῶν ἑτέρων εἰς τὰ ἕτερα. καὶ πάνυ γὰρ ταῦτα ἐναργῶς ὁρώμενα τῆς θείας μαντικῆς ἴχνος τι τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον παρεσπάσατο· οὐδὲ γὰρ δυνατὸν ἄμοιρα αὐτῆς εἶναί τινα παντελῶς· ἀλλ’ ὥσπερ ἐν πᾶσιν εἰκὼν τἀγαθοῦ τὸν θεὸν ἐμφέρεται, οὕτω καὶ τῆς θείας μαντικῆς εἴδωλόν τι ἀμυδρὸν ἢ καὶ ἐναργέστερον ἐν αὐτοῖς καταφαίνεται. ἀλλ’ οὐδὲν τούτων ἐστὶν οἷον τὸ θεῖον τῆς μαντικῆς εἶδος, οὐδ’ ἀπὸ τῶν πολλῶν τῶν εἰς τὴν γένεσιν ἀπ’ αὐτῆς καθηκόντων φαντασμάτων τὸ ἓν αὐτῆς καὶ θεῖον καὶ ἄμικ τον εἶδος χαρακτηριστέον· οὐδ’ εἴ τινα ἄλλα πορρωτέρω καὶ τούτων ἀπῴκισται ψευδῆ καὶ ἀπατηλὰ ἰνδάλματα, ταῦτα παραφέρειν ἄξιον εἰς τὴν περὶ αὐτῆς κρίσιν. ἀλλ’ ἕνα λόγον καὶ μίαν τάξιν καὶ καθ’ ἓν τὸ θεῖον εἶδος καὶ κατὰ μίαν τὴν νοητὴν καὶ ἀμετάπτωτον ἀλήθειαν συλληπτέον αὐτό, ὡσαύτως καὶ τὴν ἄλλοτε ἄλλως ἐξισταμένην μεταβολήν ὡς ἀστάθμητον καὶ ἀνάρμοστον τοῖς θεοῖς ἀτιμάζοντας. Εἰ δὴ τοιοῦτόν ἐστι τὸ ὄντως μαντικὸν θεῖον ἔργον, τίς οὐκ ἂν αἰσχυνθείη τὴν ἄνευ διανοίας καὶ οὐ τὰ γιγνόμενα ἀποτελοῦσαν φύσιν παραφέρειν, ὡς κατασκευήν τινα ἀπεργαζομένην ἐν ἡμῖν μαντικήν, καὶ τοῖς μὲν μᾶλλον ἐντιθεῖσαν τοῖς δὲ ἧττον τὴν ἐπιτηδειότητα ταύτην;
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.27 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.27