🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.27 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.27 (part 1) · Iamblichus, De Mysteriis 3.27 (part 3) →

Iamblichus, De Mysteriis 3.27 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
ἐν οἷς μὲν γὰρ ἄνθρωποι πρὸς τὴν οἰκείαν τελειότητα ἀφορμὰς εἰλήφασι παρὰ τῆς φύσεως, ἐν τούτοις καὶ τῆς φύσεως προηγοῦνταί τινες ἐπιτηδειότητες· ἐν οἷς δὲ ἀνθρώπινον μὲν οὐδὲν ἔργον πρόκειται, οὐδὲ τέλος ἡμέτερον· θεῖον δ’ εἴ τι προτέτακται πρεσβύτερον τῆς φύσεως ἡμῶν ἀγαθόν, οὐκ ἔστιν ὅπως ποτὲ ἐν τούτοις εὐφυία τις ἂν ὑποκατασκευασθείη· ὧν γάρ εἰσιν αἱ τελειότητες, τούτων ἐγγίγνονται καὶ αἱ ἀτελεῖς κατασκευαί. ἀνθρώπων δέ εἰσιν αὗται ἀμφότεραι αἱ ἕξεις· ἃ δ’ ἐστὶ μὴ ὡς ἀνθρώποις παρόντα, τούτων οὐκ ἔσται ποτὲ ἐκ φύσεως παρασκευή· θείας ἄρα μαντικῆς οὐδέν ἐστι σπέρμα ἐν ἡμῖν ἐκ φύσεως· ἀλλ’ εἰ μέν τις κοινότερον καὶ ἀνθρωπίνην τινὰ καλοίη μαντικήν, τῆς ἀνθρωπίνης ἔστω φυσική τις παρασκευή· ἣν δ’ ἂν ὄντως τις μαντικὴν ἐπονομάσειε, τὴν τοῖς θεοῖς προσήκουσαν, οὐ δεῖ νομίζειν ταύτην ἐνσπείρεσθαι ἀπὸ φύσεως· τά τε γὰρ ἄλλα καὶ τὸ ἀόριστον αὐτῇ κατὰ τὸ μᾶλλον καὶ ἧττον συνομαρτεῖ, καὶ διὰ τοῦτο δὲ τῆς μενούσης ἐν σταθεροῖς πέρασι μαντικῆς θείας χωρὶς διέστηκε. Διόπερ δὴ καὶ πρὸς τοῦτο ἰσχυρῶς μάχεσθαι δεῖ, ἐάν τις ἐξ ἡμῶν εἶναι λέγῃ τὴν μαντικήν. φέρεις δὲ καὶ σὺ τούτου δείγματα ἀπὸ τῶν ἔργων ἐναργῆ· τὸ γὰρ λίθους καὶ βοτάνας φέρειν τοὺς καλουμένους, δεσμεῖν τε ἱερούς τινας δεσμοὺς καὶ λύειν τούτους, τά τε κεκλεισμένα ἀνοίγειν καὶ τὰς προαιρέσεις μεταβάλλειν τῶν ὑποδεχο μένων, ὥστε ἐκ φαύλων σπουδαίας ἀπεργάζεσθαι, πάντα δὴ ταῦτα ἔξωθεν τὴν ἐπίπνοιαν γίγνεσθαι διασημαίνει·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.27 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.27