🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.29 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.28 (part 3) · Iamblichus, De Mysteriis 3.29 (part 2) →

Iamblichus, De Mysteriis 3.29 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Διὰ τί δὴ οὖν αὐτὸς μὲν ὁ ταῦτα δρῶν εἰδωλοποιὸς ἀνὴρ ἑαυτὸν ἀφίησι βελτίονα ὄντα καὶ ἐκ βελτιόνων γεγονότα, τοῖς δὲ ἀψύχοις εἰδώλοις καὶ μόνῃ τῇ ἐμφάσει τῆς ζωῆς ἐπιπνεομένοις, ἁρμονίᾳ τε ἐπισκευαστῇ καὶ πολυειδεῖ συνεχομένοις ἔξωθεν, ἐφημέροις τε ἀτέχνως οὖσιν ἀποπιστεύειν φαίνεται; πότερον τὸ γνήσιον καὶ ἀληθὲς ἐν αὐτοῖς ὑπάρχει; ἀλλ’ οὐδὲν τῶν ὑπὸ ἀνθρωπίνης τέχνης συμπλαττομένων εἰλικρινές ἐστι καὶ καθαρόν. ἀλλὰ τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐνεργείας ἢ τῆς ὅλης συστάσεως ἐν αὐτοῖς ἐπικρατεῖ; παντὸς μὲν οὖν λείπει· κατὰ γὰρ τὴν φαινομένην σύνθεσιν ἐκ παντοδαπῶν καὶ ὑπεναντίων ποιοτήτων συμπεφόρηται. ἀλλὰ δύναμίς τις ἀκραιφνὴς καὶ τελεία διαφανής ἐστιν ἐν αὐτοῖς; οὐδαμῶς. ἐπεὶ πολλαχόθεν ἐπίκτητόν τι συγκεκρότηται τὸ τοιοῦτον πλῆ θος τῶν ἀπορροιῶν ἀσθενὲς καὶ ἐξίτηλον ἐπιδεικνύμενον. ἀλλ’ εἰ μὴ ταῦτα, τὸ μόνιμον πάρεστι τοῖς εἰδώλοις οἷς λέγουσιν οὗτοι; πολλοῦ γε καὶ δεῖ. ἐπεὶ ταῦτά γε πολὺ θᾶττον τῶν ἐν κατόπτροις ὁρωμένων εἰδώλων ἀποσβέννυται. ἐπιτιθέντος μὲν γὰρ τοῦ θυμιάματος ἀπὸ τῶν ἀναφερομένων ἀτμῶν συνίσταται εὐθύς, ἀνακραθέντος δὲ εἰς τὸν ὅλον ἀέρα καὶ διαχυθέντος καὶ αὐτὸ εὐθὺς διαλέλυται, καὶ οὐδ’ ἀκαρῆ πέφυκεν ἐπιμένειν. Διὰ τί δὴ οὖν ἔσται περισπούδαστος ἀνδρὶ φιλοθεάμονι τῆς ἀληθείας ἡ περιττὴ αὕτη θαυματοποιία; ἐγὼ μὲν οὐδενὸς ἀξίαν αὐτὴν ἡγοῦμαι.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.29 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.29