Iamblichus, De Mysteriis 3.29 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.29 (part 1) · Iamblichus, De Mysteriis 3.30 (part 1) →
Iamblichus, De Mysteriis 3.29 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
καὶ εἰ μὲν γινώσκουσα αὐτὰ ταῦτα ἐφ’ οἷς ἐσπούδακε καὶ περὶ ἃ διατρίβει, τὰ πλάσματα τῆς παμπαθοῦς ὕλης ἀσπάζεται, ἁπλοῦν ἂν ἔχοι τὸ κακόν. πλὴν ἐκεῖνό γε αὐτῇ ὑπάρξει, τὸ ἀφομοιωθῆναι τοῖς εἰδώλοις ἐν οἷς τὴν πίστιν ἑαυτῆς ἵδρυσεν. εἰ δὲ καὶ ὡς θεοῖς προσέχει τοῖς εἰδώλοις τούτοις, οὔτε λόγῳ ῥητὸν οὔτε ἔργῳ φορητὸν ἔσται τὸ ἄτοπον. οὐδέποτε γὰρ εἰς τὴν τοιαύτην ψυχὴν ἐπιλάμψει τις αὐγὴ θεία· οὔτε γὰρ πέφυκεν ἐνδίδοσθαι αὐτῇ τοῖς ἅπαξ ἀντιδρασθεῖσιν, οὔτε ἔχει χώραν εἰς ἣν δέξηται αὐτὴν τὰ κατεχόμενα ὑπὸ τῶν σκιοειδῶν φαντασμάτων· σκιαῖς οὖν συνέσται πολλοσταῖς ἀπὸ τῆς ἀληθείας ἡ τοιάδε τῶν φαντασμάτων θαυματουργία.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.29
Cite as
Iamblichus, De Mysteriis 3.29 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.29