🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.30 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.29 (part 2) · Iamblichus, De Mysteriis 3.30 (part 2) →

Iamblichus, De Mysteriis 3.30 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ἀλλὰ παρατηροῦσιν οὗτοι, φησί, τὴν τῶν οὐρανίων φοράν, καὶ λέγουσι τίνος τῶν κατ’ οὐρανὸν μετὰ τίνος ἢ τίνων πολεύοντος ἔσται ψευδῆ τὰ μαντεῖα ἢ ἀληθῆ, καὶ τὰ δρώμενα ἀργὰ ἢ ἀπαγγελτικὰ ἢ ἀποτελεστικά. ἀλλ’ οὐδὲ τούτων ἕνεκα ἕξει τὰ φαντάσματα ταῦτα τὸ θεῖον. καὶ γὰρ τὰ ἔσχατα τῶν ἐν τῇ γενέσει κινεῖται τοῖς οὐρανίοις δρόμοις καὶ συμπάσχει πρὸς τὰς ἀπ’ αὐτῶν κατιούσας ἀπορροίας· οὐ μὴν ἀλλὰ καὶ εἴ τις αὐτὰ μετ’ ἀκριβείας ἐπισκέψαιτο, τἀναντία τούτων ἀποδείκνυσιν. ἃ γάρ ἐστι παντάπασιν εὐμετάβλητα καὶ ἀπὸ τῶν ἔξωθεν κινήσεων παντοίως μετατρέπεται ὥστε ἀργὰ ἢ χρηματιστικὰ ἢ ἐπαγγελτικὰ ἢ ἐπιτελεστικὰ ἢ ἄλλοτε ἀλλοῖα ἀποτελεῖσθαι, πῶς ἔνεστι ταῦτα κἂν μικρᾶς τινὸς μετέχειν ἐν ἑαυτοῖς θείας δυνάμεως; τί οὖν, αἱ ἐνοῦσαι ἐν ταῖς ὕλαις δυνάμεις στοιχεῖα τῶν δαιμόνων εἰσίν; οὐ μὲν οὖν· οὐδὲν γὰρ τῶν κατὰ μέρος αἰσθητῶν σωμάτων γεννᾷ δαίμονας· πολὺ δὲ μᾶλλον ταῦτα γεννᾶταί τε καὶ φρουρεῖται ὑπὸ τῶν δαιμόνων. Ἀλλ’ οὐδὲ ἄνθρωπός τις πλάσαι δύναται ὥσπερ ἐκ μηχανῆς δαιμόνων τινὰς μορφάς, ἀλλὰ τὸ ἀνάπαλιν αὐτὸς μᾶλλον πλάσσεται καὶ δημιουργεῖται ὑπὸ τῶν δαιμόνων, καθ’ ὅσον αἰσθητοῦ σώματος μετέχει. ἀλλ’ οὐδὲ ἐκ στοιχείων τῶν αἰσθητῶν συμπεφορημένον τι πλῆθος ἀπογεννᾶται τὸ δαιμόνιον, ἀλλὰ πλέον θάτερον αὐτό τέ ἐστιν ἁπλοῦν καὶ περὶ τὰ σύνθετα μονοειδῶς ἐνεργεῖ.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.30 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.30