Iamblichus, De Mysteriis 3.30 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.30 (part 1) · Iamblichus, De Mysteriis 3.31 (part 1) →
Iamblichus, De Mysteriis 3.30 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
ὅθεν δὴ οὐδὲ πρεσβύτερα ἕξει τὰ αἰσθητὰ ἑαυτοῦ οὐδὲ μονιμώτερα, ἀλλ’ αὐτὸ πρεσβείᾳ καὶ δυνάμει διαφέρον τοῖς αἰσθητοῖς μεταδίδωσιν ἣν δύνανται δέχεσθαι διαμονήν. πλὴν εἰ μὴ τὰ εἴδωλα δαίμονας ἐπονομάζεις οὐκ ὀρθῶς ἐπισύρων τὴν τοιαύτην κλῆσιν. Ἄλλη μὲν γάρ ἐστιν ἡ τῶν δαιμόνων φύσις ἄλλη δὲ ἡ τῶν εἰδώλων· τάξις τε αὐτῶν ἑκατέρων πάμπολυ διέστηκε. καὶ δὴ καὶ ὁ τῶν εἰδώλων χορηγὸς διάφορός ἐστι παρὰ τὸν μέγαν ἡγεμόνα τῶν δαιμόνων. ἀμέλει καὶ σὺ τοσοῦτο συγχωρεῖς μηδένα θεὸν ἢ δαίμονα λέγων ὑπ’ αὐτῶν καθέλκεσθαι. τίνος οὖν ἔτι γένοιτο ἂν ἀξία διάπραξις ἱερὰ ἢ τοῦ μέλλοντος πρόγνωσις, ἥτις ἄμοιρός ἐστι παντάπασι καὶ θεοῦ καὶ δαίμονος; ὥστε εἰδέναι μὲν χρὴ καὶ ταύτην τὴν θαυματουργίαν τίνα ἔχει φύσιν, χρῆσθαι δὲ ἢ πιστεύειν αὐτῇ μηδαμῶς.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.30
Cite as
Iamblichus, De Mysteriis 3.30 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.30