🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.31 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.30 (part 2) · Iamblichus, De Mysteriis 3.31 (part 2) →

Iamblichus, De Mysteriis 3.31 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ἔτι τοίνυν καὶ ταύτης ἐστὶ φαυλοτέρα τῶν ἱεροπρεπῶν δρωμένων ἐξήγησις, ἢ γένος τι ἀπατηλῆς φύσεως παντόμορφόν τε καὶ πολύτροπον αἰτιωμένη τῆς μαντείας ὑποκρινόμενον θεοὺς καὶ δαίμονας καὶ ψυχὰς τῶν τεθνη κότων. ἐρῶ δή σοι καὶ πρὸς ταῦτα λόγον ὅν ποτε ἤκουσα, Χαλδαίων ποτὲ προφητῶν λεγόντων. Ὅσοι μὲν θεοὶ τῆς ἀληθείας, τῶν ἀγαθῶν εἰσὶ μόνων δοτῆρες, μόνοις τε τοῖς ἀγαθοῖς ἀνδράσι προσομιλοῦσι, καὶ τοῖς διὰ τῆς ἱερατικῆς ἀποκεκαθαρμένοις συγγίγνονται, ἐκκόπτουσί τε ἀπ’ αὐτῶν πᾶσαν κακίαν καὶ πᾶν πάθος. τούτων δὲ ἐπιλαμπόντων ἀφανὲς τὸ κακὸν καὶ δαιμόνιον ἐξίσταται τοῖς κρείττοσιν, ὥσπερ φωτὶ σκότος. καὶ οὐδὲ τὸ τυχὸν παρενοχλεῖ τοῖς θεουργοῖς, ἀφ’ οὗ δὴ καὶ πᾶσαν ἀρετὴν δέχονται, καὶ χρηστοὶ τοῖς ἤθεσιν ἐπιτελοῦνται καὶ κόσμιοι, παθῶν τε ἀπαλλάττονται καὶ πάσης ἀτάκτου κινήσεως, τῶν τε ἀθέων καὶ ἀνοσίων τρόπων καθαρεύουσιν. ὅσοι δέ εἰσιν αὐτοί τε ἀλιτήριοι, καὶ ἀθέσμως καὶ ἀτάκτως ἐπιπηδῶσι τοῖς θείοις, δι’ ἀτονίαν τε τῆς οἰκείας ἐνεργείας ἢ τῆς ὑπαρχούσης αὐτοῖς δυνάμεως ἔνδειαν οὐ δύνανται τῶν θεῶν τυγχάνειν. εἰ καὶ διά τινας μιασμοὺς ἀπείργονται τῆς πρὸς τὰ ἄχραντα πνεύματα συνουσίας, οὕτω τοῖς κακοῖς πνεύ μασι συνάπτονται, πληρούμενοί τε ἀπ’ αὐτῶν τῆς κακίστης ἐπιπνοίας πονηροί τε καὶ ἀνόσιοι γίγνονται, ἡδονῶν μὲν ἀκολάστων πλήρεις, κακίας δὲ ἀνάμεστοι, τρόπων τε ἀλλοτρίων τοῖς θεοῖς ζηλωταί, καὶ τὸ ὅλον φάναι, παραπλήσιοι τοῖς πονηροῖς δαίμοσι γιγνόμενοι, μεθ’ ὧν συμφύονται.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.31 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.31