🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.5

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.4 (part 2) · Iamblichus, De Mysteriis 3.6 (part 1) →

Iamblichus, De Mysteriis 3.5 Ancient Greek Iamblichus, De Mysteriis
Ἔστι δὴ οὖν πολλὰ τῆς θείας κατακωχῆς εἴδη καὶ πολλαχῶς ἡ θεία ἐπίπνοια ἀνακινεῖται, ὅθεν δὴ καὶ πολλὰ τὰ σημεῖα αὐτῆς ἐστὶ διαφέροντα. τοῦτο μὲν γὰρ οἱ θεοὶ διαφέροντες, ἀφ’ ὧν ἐπιπνεόμεθα, καὶ τὴν ἐπίπνοιαν ποιοῦσιν ἑτέραν, το ῦτο καὶ ὁ τρόπος τῶν ἐνθουσιασμῶν παραλλάττων ποιεῖ καὶ τὴν θεοφορίαν ἑτέραν. ἢ γὰρ ὁ θεὸς ἡμᾶς ἔχει, ἢ ἡμεῖς ὅλοι τοῦ θεοῦ γιγνόμεθα, ἢ κοινὴν ποιούμεθα πρὸς αὐτὸν τὴν ἐνέργειαν· καὶ ποτὲ μὲν τῆς ἐσχάτης δυνάμεως τοῦ θεοῦ μετέχομεν, ποτὲ δ’ αὖ τῆς μέσης, ἐνίοτε δὲ τῆς πρώτης· καὶ ποτὲ μὲν μετουσία ψιλὴ γίνεται, ποτὲ δὲ καὶ κοινωνία, ἐνίοτε δὲ καὶ ἕνωσις τούτων τῶν ἐνθουσιάσεων· ἢ μόνη ἡ ψυχὴ ἀπολαύει, ἢ τῷ σώματι συμμετέχει, ἢ καὶ τὸ κοινὸν ζῶον. Ἐκ δὴ τούτων καὶ τὰ σημεῖα τῶν ἐπιπνεομένων γίνονται πολυειδῆ, κινήσεις τε τοῦ σώματος καὶ μορίων τινῶν παντελεῖς τε αὐτοῦ ἠρεμαῖαι, τάξεις τε ἐναρμόνιοι καὶ χορεῖαι καὶ φωναὶ ἐμμελεῖς ἢ τἀναντία τούτων· καὶ ἤτοι τὸ σῶμα ἐπαιρόμενον ὁρᾶται ἢ διογκούμενον ἢ μετέωρον ἐν τῷ ἀέρι φερόμενον ἢ τἀναντία τούτων περὶ αὐτὸ φαίνεται γιγνόμενα· φωνῆς τε ὁμαλότης κατὰ μέγεθος ἢ κατὰ τὰ μεταξὺ διαλαμβανόμενα τῇ σιωπῇ διαστήματα πολλὴ θεωρεῖται καὶ ἀνωμαλία, αὖθις ἐνίοτε μουσικῶς μὲν ἐπιτεινομένων καὶ ἀνιεμένων τῶν ἤχων, ἐνίοτε δ’ ἄλλον τρόπον.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.5 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.5