🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.6 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.5 · Iamblichus, De Mysteriis 3.6 (part 2) →

Iamblichus, De Mysteriis 3.6 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Τὸ δὲ μέγιστον ὁρᾶται τῷ θεαγωγοῦντι τὸ κατιὸν πνεῦμα καὶ εἰσκρινόμενον, ὅσον τέ ἐστι καὶ ὁποῖον· μυστικῶς τε πείθεται καὶ διακυβερνᾶται. ὁρᾶται δὲ καὶ τῷ δεχομένῳ τὸ τοῦ πυρὸς εἶδος πρὸ τοῦ δέχεσθαι· ἐνίοτε δὲ καὶ τοῖς θεωροῦσι πᾶσιν ἔκδηλον γίνεται, εἴτε κατιόντος ἢ ἀναχωροῦντος τοῦ θεοῦ· ἀφ’ οὗ δὴ καὶ τὸ ἀληθέστατον αὐτοῦ καὶ δυνατώτατον καὶ μάλιστα τεταγμένον περὶ τίνων τε πέφυκεν ἀληθεύειν καὶ τίνα δύναμιν παρέχειν ἢ ἐπιτελεῖν τοῖς ἐπιστήμοσι, γνώριμον γίνεται. οἱ δὲ ἄνευ τῶν μακαρίων τούτων θεαμάτων ἀφανῶς ποιούμενοι τὰς ἀγωγὰς τῶν πνευμάτων ὥσπερ ἐν σκότῳ ἀφάσσουσι, καὶ οὐδὲν ἴσασιν ὧν ποιοῦσι, πλὴν πάνυ μικρῶν τῶν διὰ τοῦ σώματος φαινομένων σημείων τοῦ ἐνθουσιῶντος καὶ τῶν ἄλλων τῶν ἐναργῶς ὁρωμένων, τὰ ὅλα τῆς θείας ἐπιπνοίας ἐν ἀφανεῖ κεκρυμμένα ἀγνοοῦντες. ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ γὰρ παρουσία τοῦ τῶν θεῶν πυρὸς καὶ φωτός τι εἶδος ἄρρητον ἔξωθεν ἐπιβαίνει τῷ κατεχομένῳ, πληροῖ τε αὐτὸν ὅλον ἐπικρατεῖ, καὶ κύκλῳ τε πανταχόθεν ἐν ἑαυτῷ συνείληφεν, ὡς μηδεμίαν οἰκείαν ἐνέργειαν δύνασθαι διαπράττεσθαι, τίς ἂν αἴσθησις ἢ παρακολούθησις ἢ ἐπιβολὴ οἰκεία παραγένοιτο τῷ καταδεχομένῳ τὸ θεῖον πῦρ; ἢ τί ἂν τότε ἀνθρώπινον κίνημα παρεμπέσοι, ἢ ποία καταδοχὴ γένοιτ’ ἂν ἀνθρωπίνη πάθους ἢ ἐκστάσεως ἢ παρατροπῆς φαντασιῶν ἢ ἄλλου τινὸς τοιούτου, ὁποῖον ὑπολαμβάνουσιν οἱ πολλοί;
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.6 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.6