🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.6 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.6 (part 1) · Iamblichus, De Mysteriis 3.6 (part 3) →

Iamblichus, De Mysteriis 3.6 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
τοιαῦτα δὴ οὖν ἔστω καὶ τὰ θεῖα τεκμήρια τῆς ἀληθινῆς ἐνθουσιάσεως, οἷς ἄν τις προσέχων οὐκ ἂν διαμάρτοι τῆς ὀρθῆς περὶ αὐτὴν ἐπιγνώσεως. Οὐ μὴν ἐξαρκεῖ γε ταῦτα μόνα μαθεῖν, οὐδ’ ἄν τις γένοιτο τέλειος εἰς τὴν θείαν ἐπιστήμην ταῦτα μόνα εἰδώς. ἀλλὰ χρὴ γνῶναι καὶ τίς ὁ ἐνθουσιασμός ἐστι καὶ ὅπως γίνεται. φορὰ μὲν οὖν τῆς διανοίας μετὰ δαιμονίας ἐπιπνοίας ψευδῶς δοξάζεται. οὔτε γὰρ ἡ διάνοια ἡ ἀνθρωπίνη φέρεται, εἴ γε ὄντως κατέχεται, οὔτε δαιμόνων, θεῶν δὲ γίνεται ἐπίπνοια. ἀλλ’ οὐδ’ ἔκστασις ἁπλῶς οὕτως ἐστίν, ἀλλ’ ἐπὶ τὸ κρεῖττον ἀναγωγὴ καὶ μετάστασις, ἡ δὲ παραφορὰ καὶ ἔκστασις ἐμφαίνει καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀνατροπήν. ἔτι τοίνυν ὁ τοῦτο ἀποφαινόμενος λέγει μέντοι περὶ τῶν συμβεβηκότων περὶ τοὺς ἐνθουσιῶντας, οὐ μέντοι τὸ προηγούμενον ἀναδιδάσκει. ἔστι δὲ τοῦτο τὸ κατέχεσθαι ὅλους αὐτοὺς ὑπὸ τοῦ θείου, ᾧ ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἐξίστασθαι. ψυχῆς μὲν οὖν καί τινος τῶν ἐν αὐτῇ δυνάμεων, ἢ νοῦ ἢ ἐνεργειῶν, ἢ μετὰ σωμα τικῆς ἀσθενείας ἢ ἄνευ ταύτης οὐκ ἄν τις ὑπολάβοι δικαίως τὸν ἐνθουσιασμὸν εἶναι, οὐδ’ ἂν οὕτω γίγνεσθαι εἰκότως ἂν ὑπόθοιτο· οὔτε γὰρ ἀνθρώπινόν ἐστι τὸ τῆς θεοφορίας ἔργον, οὔτε ἀνθρωπίνοις μορίοις ἢ ἐνεργήμασι τὸ πᾶν ἔχει κῦρος· ἀλλὰ ταῦτα μὲν ἄλλως ὑπόκειται, καὶ χρῆται αὐτοῖς ὁ θεὸς ὡς ὀργάνοις· τὸ δὲ πᾶν ἔργον τῆς μαντείας δι’ αὐτοῦ πληροῖ, καὶ ἀμιγῶς ἀπὸ τῶν ἄλλων ἀφειμένος οὔτε ψυχῆς κινουμένης οὐδ’ ὁτιοῦν οὔτε σώματος ἐνεργεῖ καθ’ αὑτόν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.6 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.6