🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 5.8

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.7 · Iamblichus, De Mysteriis 5.9 →

Iamblichus, De Mysteriis 5.8 Ancient Greek Iamblichus, De Mysteriis
Τὰ δ’ αὐτὰ ἄτοπα συμβαίνει, καὶ εἴ τινες τῶν παρ’ ἡμῖν ἀριθμοὺς ὡς ἐπὶ τοῦ κροκοδείλου λαμβάνουσι τὴν ἑξηκοντάδα ὡς οἰκείαν ἡλίῳ, ἢ λόγους φυσικοὺς ὡς τὰς τῶν ζώων δυνάμεις καὶ ἐνεργείας, οἷον κυνὸς κυνοκεφάλου μυγαλῆς, κοινὰς οὔσας πρὸς σελήνην, ἢ τὰ ἔνυλα εἴδη (ὥσπερ ἐπὶ τῶν ἱερῶν ζώων θεωρεῖται κατὰ τὰς χροιὰς καὶ πάσας τοῦ σώματος μορφάς) ἢ ἄλλο τι τῶν περὶ τοῖς σώμασι τῶν ζώων ἢ τῶν ἄλλων ὁπωσοῦν προσαγομένων αἰτιῶνται τῆς ποιήσεως, ἢ μέλος (ὡς ἐπὶ τῆς καρδίας τοῦ ἀλεκτρυόνος) ἢ ἄλλα τινὰ τοιαῦτα τῶν περὶ τὴν φύσιν θεωρουμένων ὡς αἴτια τῆς ἐν ταῖς θυσίαις ἀπεργασίας λογίζονται. καὶ γὰρ ἐκ τούτων οὐχ ὑπερφυής τις ἡ τῶν θεῶν αἰτία δείκνυται, οὐδ’ ὡς τοιαύτη συγκινεῖται ταῖς θυσίαις, ὡς δὲ φυσικὴ κατεχομένη τε ὑπὸ τῆς ὕλης· καὶ ὑπὸ τῶν σωμάτων περιειλημμένη φυσικῶς αὐτοῖς συνεγείρεται καὶ συναναπαύεται, καὶ ταῦτα τὰ περὶ τὴν φύσιν ὑπάρχοντα. εἰ δ’ ἄρα τι καὶ τοιοῦτον ἐν ταῖς θυσίαις συνακολουθεῖ ὡς συναίτιον καὶ τόν, ὧν οὐκ ἄνευ, λόγον ἔχον, οὕτω συνήρτηται τοῖς προηγουμένοις αἰτίοις.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 5.8 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.8