🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 5.9

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.8 · Iamblichus, De Mysteriis 5.10 (part 1) →

Iamblichus, De Mysteriis 5.9 Ancient Greek Iamblichus, De Mysteriis
Βέλτιον οὖν φιλίαν καὶ οἰκείωσιν αἰτιᾶσθαι, σχέσιν τε συνδετικὴν τῶν δημιουργούντων πρὸς τὰ δημιουργούμενα καὶ τῶν γεννώντων πρὸς τὰ ἀπογεννώμενα. ὅταν οὖν ταύτης προηγουμένης τῆς κοινῆς ἀρχῆς λάβωμέν τι ζῶον ἢ τῶν φυομένων ἐπὶ τῆς γῆς ἀκραιφνῶς καὶ καθαρῶς διασῶζον τὸ βούλημα τοῦ πεποιηκότος, τότε διὰ τοῦ τοιούτου τὴν ἐπιβεβηκυῖαν ἀχράντως ἐπ’ αὐτοῦ δημιουργικὴν αἰτίαν οἰκείως κινοῦμεν. πολλῶν δὲ οὐσῶν τούτων καὶ τῶν μὲν προσεχῶς συνηρτημένων, ὥσπερ τῶν δαιμονίων, τῶν δὲ ἀνωτέρω τούτων πως τεταγμένων, ὥσπερ τῶν θείων αἰτίων, ἔτι δὲ τούτων πρεσβυτάτης μιᾶς αἰτίας ἐξηγουμένης, συγκινεῖται μὲν ὑπὸ τῆς τελείας θυσίας πάντα τὰ αἴτια· καθ’ ἣν δὲ εἴληχε ἕκαστα τάξιν, συγγενῶς πρὸς αὐτὴν οἰκειοῦται. ἐὰν δὲ ἀτελής τις γένηται, μέχρι τινὸς προχωρεῖ, προσώτερον δὲ προελθεῖν οὐχ οἵα τέ ἐστιν. Ὅθεν δὴ καὶ πολλοὶ μὲν δαίμοσιν ἀγαθοῖς, πολλοὶ δὲ θεῶν ταῖς τελευταίαις δυνάμεσι, πολλοὶ δὲ ταῖς περικοσμίοις ἢ περιγείοις δαιμόνων ἢ θεῶν δυνάμεσιν ἡγοῦνται τὰς θυσίας προσάγεσθαι, μέρος μέντοι τῶν περὶ αὐτὰς οὐ ψευδῶς ἀφηγούμενοι, τὸ δ’ ὅλον αὐτῆς τῆς δυνάμεως καὶ τὰ πάντα ἀγαθὰ καὶ εἰς πᾶν τὸ θεῖον διατείνοντα οὐκ εἰδότες.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 5.9 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.9