Iamblichus, De Mysteriis 6.3
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 6.2 · Iamblichus, De Mysteriis 6.4 →
Iamblichus, De Mysteriis 6.3 Ancient Greek
Iamblichus, De Mysteriis
αὐτὸ δὲ καθ’ ἑαυτὸ τὸ διὰ τῶν ἱερῶν ζώων, ὥσπερ τῶν ἱεράκων, ὅπως ἐπιτελεῖται μαντικὸν διερμηνεύοντες, θεοὺς μὲν οὐδέποτέ φαμεν παραγίγνεσθαι τῇ χρήσει τῶν κηδευθέντων οὕτω σωμάτων. οὔτε γὰρ μεριστῶς οὔτε προσεχῶς οὔτε ἐνύλως οὔτε μετά τινος σχέσεως προΐστανται τῶν καθ’ ἕκαστα ζώων· δαίμόσι δὲ καὶ τούτοις σφόδρα διῃρημένοις καὶ διαλαχοῦσιν ἄλλοις ἄλλα ζῶα, προσεχῶς τε ἐπιβεβηκόσι τῇ τοιαύτῃ προστασίᾳ, καὶ οὐ παντελῶς αὐτάρκη καὶ ἄυλον τὴν οἰκείαν ἀρχὴν διακληρωσαμένοις ἡ τοιαύτη διδόσθω τῶν μαντικῶν ὀργάνων ἐπαφή· ἢ εἰ οὕτω τις βούλοιτο τίθεσθαι, ἔδρα αὐτοῖς ἀπονενεμήσθω τοιαύτη, δι’ ἧς ἀνθρώποις ὁμιλεῖν καὶ χρῆσθαι πεφύκασι· σωμάτων μὲν οὖν καὶ ταύτην εἶναι καθαρὰν δεῖ νομίζειν· οὐδεμία γὰρ γίνεται κοινωνία τῷ καθαρῷ πρὸς τὸ ἐναντίον, διὰ δὲ τῆς ψυχῆς τῶν ζώων συνάπτεσθαι αὐτὴν ἀνθρώποις ἔχει τινὰ λόγον. αὐτὴ γὰρ ἔχει τινὰ οἰκειότητα πρὸς ἀνθρώπους μὲν διὰ τὸ ὁμογενὲς τῆς ζωῆς, πρὸς δαίμονας δέ, διότι σωμάτων ἀπολυθεῖσα χωριστή πως ὑπάρχει· μέση δὲ οὖσα ἀμφοτέρων ὑπηρετεῖ μὲν τῷ ἐφεστηκότι, ἐξαγγέλλει δὲ τοῖς ἔτι κατεχομένοις ἐν σώματι ἅπερ ὁ ἐπιβεβηκὼς προστάττει, κοινὸν δὲ σύνδεσμον ἀμφοτέροις τούτοις πρὸς ἀλλήλους δίδωσι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:6.3
Cite as
Iamblichus, De Mysteriis 6.3 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:6.3