🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 6.4

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 6.3 · Iamblichus, De Mysteriis 6.5 →

Iamblichus, De Mysteriis 6.4 Ancient Greek Iamblichus, De Mysteriis
Δεῖ δὲ ἡγεῖσθαι, ὡς καὶ ἡ χρωμένη ψυχὴ τοῖς τοιούτοις μαντείοις οὐκ ἐπήκοος μόνον γίνεται τῆς μαντείας, ἀλλὰ καὶ συμβάλλεταί τινα μοῖραν ἀφ’ ἑαυτῆς οὐκ ὀλίγην εἰς τὴν ἀπεργασίαν αὐτῆς τὴν ἐπὶ τῶν ἔργων· καὶ γὰρ συντρέπεται καὶ συνεργεῖ καὶ συμπρογιγνώσκει διά τινος συμπαθοῦς ἀνάγκης· ἐστὶ μὲν οὖν ὁ τρόπος τῆς μαντείας οὗτος τοιοῦτος πάντη διεστηκὼς τοῦ θείου καὶ ἀληθινοῦ τρόπου, περὶ σμικρῶν τε καὶ ἐφημέρων πραγμάτων δυνάμενος προλέγειν, περὶ τῶν ἐν τῇ διῃρημένῃ φύσει κειμένων, ὅσα ἤδη περὶ τὴν γένεσιν ἐμφέρεται, κινήσεις τε ἀφ’ ἑαυτῶν παρέχει τοῖς δυναμένοις αὐτὰς παραδέχεσθαι, καὶ πάθη πολυειδῶς ἐμποιεῖ τοῖς πεφυκόσιν ἐπιτηδείως εἰς τὸ συμπάσχειν· διὰ πάθους δὲ οὐκ ἂν παραγένοιτό ποτε ἡ τελεία πρόγνωσις· αὐτὸ γὰρ μάλιστα τὸ ἄτρεπτόν τε καὶ ἄυλον καὶ πάντη καθαρὸν τῷ μέλλοντι ἐπιβάλλειν εἴωθε, τὸ δὲ συμμιγνύμενον πρὸς τὸ ἀλόγιστον καὶ σκοτεινὸν τοῦ σωματοειδοῦς καὶ ὑλικοῦ πληροῦται πολλῆς ἀγνωσίας· ὅθεν οὐδέποτε τὴν τοιαύτην τεχνικὴν κατασκευὴν εἰς τὸ μαντεύεσθαι ἀποδέχεσθαι ἄξιον. οὐδὲ χρῆσθαι αὐτῇ ἐπὶ μεγάλης σπουδῆς δεῖ, οὐδὲ ἄλλῳ χρωμένῳ πιστευτέον ὡς ἔχοντι παρ’ ἑαυτῷ σαφὲς καὶ γνώριμόν τι τεκμήριον τῆς ἀληθείας. τοσαῦτα δὴ καὶ περὶ τῆς τοιαύτης μαντείας ἡμῖν εἰρήσθω.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 6.4 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:6.4