Iamblichus, De Mysteriis 7.2 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 7.1 · Iamblichus, De Mysteriis 7.2 (part 2) →
Iamblichus, De Mysteriis 7.2 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Ἄκουε δὴ οὖν καὶ σὺ κατὰ τὸν τῶν Αἰγυπτίων νοῦν τὴν τῶν συμβόλων νοερὰν διερμήνευσιν, ἀφεὶς μὲν τὸ ἀπὸ τῆς φαντασίας καὶ τῆς ἀκοῆς εἴδωλον αὐτῶν τῶν συμβόλων, ἐπὶ δὲ τὴν νοερὰν ἀλήθειαν ἑαυτὸν ἐπαναγαγών. ἰλὺν μὲν τοίνυν νόει τὸ σωματοειδὲς πᾶν καὶ ὑλικὸν ἢ τὸ θρεπτικὸν καὶ γόνιμον ἢ ὅσον ἐστὶν ἔνυλον εἶδος τῆς φύσεως μετὰ τῶν ἀστάτων τῆς ὕλης ῥευμάτων συμφερόμενον, ἢ ὅσον τὸν ποταμὸν τῆς γενέσεως χωρεῖ, καὶ αὐτὸ μετ’ ἐκείνου συνιζάνον, ἢ τῶν στοιχείων καὶ τῶν περὶ τοῖς στοιχείοις δυνάμεων πασῶν ἀρχηγὸν αἴτιον ἐν πυθμένος λόγῳ προϋποκείμενον. τοιούτου δὲ ὄντος αὐτοῦ, ὁ τῆς γενέσεως καὶ φύσεως ὅλης καὶ τῶν ἐν τοῖς στοιχείοις δυνάμεων πασῶν αἴτιος θεός, ἅτε δὴ ὑπερέχων τούτων ἄυλος καὶ ἀσώματος καὶ ὑπερφυὴς ἀγέννητὸς τε καὶ ἀμέριστος ὅλος ἐξ ἑαυτοῦ, καὶ ἐν ἑαυτῷ ἀφανὴς προηγεῖται πάντων τούτων, καὶ ἐν ἑαυτῷ τὰ ὅλα περιέχει. καὶ διότι μὲν συνείληφε πάντα καὶ μεταδίδωσιν ἑαυτοῦ τοῖς κοσμικοῖς ὅλοις, ἐξ αὐτῶν ἀνεφάνη· διότι δ’ ὑπερέχει τῶν ὅλων καὶ καθ’ ἑαυτὸν ὑπερήπλωται, ἀναφαίνεται ὡς χωριστὸς ἐξῃρημένος μετέωρος καὶ καθ’ ἑαυτὸν ὑπερηπλωμένος τῶν ἐν τῷ κόσμῳ δυνάμεών τε καὶ στοιχείων. Συμμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ ἑξῆς σύμβολον. τὸ γὰρ ἐπὶ λωτῷ καθέζεσθαι ὑπεροχήν τε ὑπὲρ τὴν ἰλὺν αἰνίττεται μὴ ψαύουσαν μηδαμῶς τῆς ἰλύος, καὶ ἡγεμονίαν νοερὰν καὶ ἐμπύριον ἐπιδείκνυται·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:7.2
Cite as
Iamblichus, De Mysteriis 7.2 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:7.2