Iamblichus, De Mysteriis 7.2 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 7.2 (part 1) · Iamblichus, De Mysteriis 7.3 (part 1) →
Iamblichus, De Mysteriis 7.2 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
κυκλοτερῆ γὰρ πάντα ὁρᾶται τὰ τοῦ λωτοῦ, καὶ τὰ ἐν τοῖς φύλλοις εἴδη καὶ τὰ ἐν τοῖς καρποῖς φαινόμενα, ᾗπερ δὴ μόνῃ κινήσει τῇ κατὰ κύκλον νοῦ ἐνέργειά ἐστι συγγενής, τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ ἐν μιᾷ τάξει καὶ καθ’ ἕνα λόγον ἐμφαίνουσα. αὐτὸς δὲ δὴ ὁ θεὸς ἵδρυται καθ’ ἑαυτὸν καὶ ὑπὲρ τὴν τοιαύτην ἡγεμονίαν καὶ ἐνέργειαν, σεμνὸς καὶ ἅγιος ὑπερηπλωμένος καὶ μένων ἐν ἑαυτῷ, ὅπερ δὴ τὸ καθέζεσθαι βούλεται σημαίνειν. ὁ δ’ ἐπὶ πλοίου ναυτιλλόμενος τὴν διακυβερνῶσαν τὸν κόσμον ἐπικράτειαν παρίστησιν. ὥσπερ οὖν ὁ κυβερνήτης χωριστὸς ὢν τῆς νεὼς τῶν πηδαλίων αὐτῆς ἐπιβέβηκεν, οὕτω χωριστῶς ὁ ἥλιος τῶν οἰάκων τοῦ κόσμου παντὸς ἐπιβέβηκεν. καὶ καθάπερ ἄνωθεν ἐκ πρύμνης ἀπευθύνει πάντα ὁ κυβερνήτης, ἐνδιδοὺς βραχεῖαν ἐξ ἑαυτοῦ τὴν πρώτην ἀρχὴν τῆς φορᾶς, οὕτω πολὺ πρότερον ὁ θεὸς ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχῶν τῆς φύσεως τὰς πρωτουργοὺς αἰτίας τῶν κινήσεων ἀμερίστως ἐνδίδωσι· ταῦτα δὴ οὖν καὶ ἔτι πλείονα τούτων ἐνδείκνυται τὸ ναυτίλλεσθαι αὐτὸν ἐπὶ πλοίου.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:7.2
Cite as
Iamblichus, De Mysteriis 7.2 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:7.2