Iamblichus, De Mysteriis 8.2
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 8.1 · Iamblichus, De Mysteriis 8.3 (part 1) →
Iamblichus, De Mysteriis 8.2 Ancient Greek
Iamblichus, De Mysteriis
Πρὸ τῶν ὄντως ὄντων καὶ τῶν ὅλων ἀρχῶν ἐστὶ θεὸς εἷς, πρότερος καὶ τοῦ πρώτου θεοῦ καὶ βασιλέως, ἀκίνητος ἐν μονότητι τῆς ἑαυτοῦ ἑνότητος μένων. οὔτε γὰρ νοητὸν αὐτῷ ἐπιπλέκεται οὔτε ἄλλο τι· παράδειγμα δὲ ἵδρυται τοῦ αὐτοπάτορος αὐτογόνου καὶ μονοπάτορος θεοῦ τοῦ ὄντως ἀγαθοῦ. μεῖζον γάρ τι καὶ πρῶτον καὶ πηγὴ τῶν πάντων καὶ πυθμὴν τῶν νοουμένων πρώτων ἰδεῶν ὄντων· ἀπὸ δὲ τοῦ ἑνὸς τούτου ὁ αὐτάρκης θεὸς ἑαυτὸν ἐξέλαμψε, διὸ καὶ αὐτοπάτωρ καὶ αὐτάρκης. ἀρχὴ γὰρ οὗτος καὶ θεὸς θεῶν, μονὰς ἐκ τοῦ ἑνός, προούσιος καὶ ἀρχὴ τῆς οὐσίας. ἀπ’ αὐτοῦ γὰρ ἡ οὐσιότης καὶ ἡ οὐσία, διὸ καὶ οὐσιοπάτωρ καλεῖται· αὐτὸς γὰρ τὸ προόντως ὄν ἐστι, τῶν νοητῶν ἀρχή, διὸ καὶ νοητάρχης προσαγορεύεται· αὗται μὲν οὖν εἰσὶν ἀρχαὶ πρεσβύταται πάντων, ἃς Ἑρμῆς πρὸ τῶν αἰθερίων καὶ ἐμπυρίων θεῶν προτάττει καὶ τῶν ἐπουρανίων· ἑκατὸν μὲν περὶ τῆς ἱστορίας τῶν ἐμπυρίων καὶ ἰσάριθμα τούτοις περὶ τῶν αἰθερίων συγγράμματα παραδούς, χίλια δὲ περὶ τῶν ἐπουρανίων.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:8.2
Cite as
Iamblichus, De Mysteriis 8.2 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:8.2