Iamblichus, De Mysteriis 8.3 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 8.2 · Iamblichus, De Mysteriis 8.3 (part 2) →
Iamblichus, De Mysteriis 8.3 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Κατ’ ἄλλην δὲ τάξιν προτάττει θεὸν τὸν Ἠμὴφ τῶν ἐπουρανίων θεῶν ἡγούμενον, ὅν φησι νοῦν εἶναι αὐτὸν ἑαυτὸν νοοῦντα καὶ τὰς νοήσεις εἰς ἑαυτὸν ἐπιστρέφοντα· τούτου δὲ τὸ ἓν ἀμερὲς· καὶ ὅ φησι πρῶτον μαίευμα προτάττει, ὃν καὶ Εἰκτὼν ἐπονομάζει· ἐν ᾧ δὴ τὸ πρῶτόν ἐστι νοοῦν καὶ τὸ πρῶτον νοητόν, ὃ δὴ καὶ διὰ σιγῆς μόνης θεραπεύεται. ἐπὶ δὲ τούτοις τῶν ἐμφανῶν δημιουργίας ἄλλοι προεστήκασιν ἡγεμόνες. ὁ γὰρ δημιουργικὸς νοῦς καὶ τῆς ἀληθείας προστάτης καὶ σοφίας, ἐρχόμενος μὲν ἐπὶ γένεσιν, καὶ τὴν ἀφανῆ τῶν κεκρυμμένων λόγων δύναμιν εἰς φῶς ἄγων, Ἀμοῦν κατὰ τὴν τῶν Αἰγυπτίων γλῶσσαν λέγεται, συντελῶν δὲ ἀψευδῶς ἕκαστα καὶ τεχνικῶς μετ’ ἀληθείας Φθά (Ἕλληνες δὲ εἰς Ἥφαι στον μεταλαμβάνουσι τὸν Φθὰ τῷ τεχνικῷ μόνον προσβάλλοντες), ἀγαθῶν δὲ ποιητικὸς ὢν Ὄσιρις κέκληται, καὶ ἄλλας δι’ ἄλλας δυνάμεις τε καὶ ἐνεργείας ἐπωνυμίας ἔχει. Ἔστι δὴ οὖν καὶ ἄλλη τις ἡγεμονία παρ’ αὐτοῖς τῶν περὶ γένεσιν ὅλων στοιχείων καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, τεττάρων μὲν ἀρσενικῶν τεττάρων δὲ θηλυκῶν, ἥντινα ἀπονέμουσιν ἡλίῳ· καὶ ἄλλη τῆς φύσεως ὅλης τῆς περὶ γένεσιν ἀρχή, ἥντινα σελήνῃ διδόασι. κατὰ μέρη τε διαλαμβάνοντες τὸν οὐρανὸν εἰς δύο μοίρας ἢ τέτταρας ἢ δώδεκα ἢ ἐξ καὶ τριάκοντα ἢ διπλασίας τούτων ἢ ἄλλως ὁπωσοῦν αὐτὰς διαιροῦντες, ἡγεμονίας καὶ τούτων προτάττουσι πλείονας ἢ ἐλάττονας, πᾶσι δὲ αὐτὸν ὑπερέχοντα αὐτῶν ἕνα προτιθέασι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:8.3
Cite as
Iamblichus, De Mysteriis 8.3 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:8.3