🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 9.2

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 9.1 · Iamblichus, De Mysteriis 9.3 (part 1) →

Iamblichus, De Mysteriis 9.2 Ancient Greek Iamblichus, De Mysteriis
Ἔπειτα καὶ ἐνταῦθά μοι φαίνῃ βραχύ τι μόριον τῆς περὶ αὐτὸν πραγματείας ἀποτέμνεσθαι· εἰωθότων γὰρ τῶν περὶ τὴν φύσιν ἐργοτεχνιτῶν ἀπό τε τῶν δεκανῶν καὶ τῶν λειτουργῶν ζωδίων τε καὶ ἄστρων, ἡλίου τε καὶ σελήνης, καὶ ἀπὸ τῶν ἄρκτων, ἀφ’ ὅλων τε τῶν στοιχείων καὶ ἀπὸ τοῦ κόσμου καλεῖν αὐτὸν τεταγμένως, οὐκ ὀρθῶς σὺ κατανειμάμενος ἕν τι βραχύτατον τὸ τοῦ οἰκοδεσπότου μόριον, περὶ αὐτὸ τὰς ζητήσεις ἐποιήσω. καὶ ἐνταῦθα πάλιν ἀφ’ ἑνὸς τοῦ προκειμένου καὶ τοῦτο διερευνήσασθαι, πῶς μὲν ὁ οἰκοδεσπότης αὐτὸν δίδωσι, κατὰ τίνα δὲ καὶ ποίαν ἢ ἀπόρροιαν ἢ ζωὴν ἢ δύναμιν εἰς ἡμᾶς ἀπ’ αὐτοῦ καθήκει, περὶ γενεθλιαλογίας ποιεῖς τὸν λόγον, εἴτε ὑφέστηκεν εἴτε μή, καὶ περὶ εὑρέσεως τοῦ οἰκοδεσπότου, εἴτε ἀδύνατός ἐστιν εἴτε δυνατή· ταῦτα δὴ τίνα ἔχει λόγον πρὸς τὴν περὶ τοῦ δαίμονος ἐπικράτειαν; δῆλον γὰρ ὡς οὐδὲν διαφέρει πρὸς τὴν οὐσίαν αὐτοῦ καὶ τὴν αἰτίαν τὰ τοιαῦτα τὸ ἡμᾶς εἰδέναι πῶς ὑφέστηκε. καὶ γὰρ ἐπὶ τῶν ἐν τῇ φύσει γιγνομένων, κἂν μὴ τυγχάνωμεν ἐπιστάμενοι, γίνεται τὰ ἐν τῷ παντί· ὅμως ἔχει τὴν οἰκείαν ἕκαστα βεβαιότητα τῆς ἑαυτῶν οὐσίας. κοινῶς μὲν οὖν οὕτως πρὸς τὰς ἀπορίας ἀπηντήσαμεν· κατ’ ἰδίαν δὲ θέντες ὅσα ἐπιζητεῖς, πειρασώμεθα περὶ αὐτῶν ἀποδοῦναί σοι τὰς διαλύσεις.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 9.2 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:9.2