Iamblichus, De Mysteriis 9.3 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 9.2 · Iamblichus, De Mysteriis 9.3 (part 2) →
Iamblichus, De Mysteriis 9.3 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Φῂς γὰρ δὴ ὡς οὗτος ἦν ἄρα εὐδαίμων ὅστις μαθὼν τὸ σχῆμα τῆς αὑτοῦ γενέσεως τὰ εἱμαρμένα ἐκθύσαιτο γνοὺς τὸν ἑαυτοῦ δαίμονα· ἐμοὶ δὲ δοκεῖς ταῦτα οὐ πάνυ σύμφωνα λέγειν οὔτε αὐτὰ πρὸς ἑαυτὰ οὔτε πρὸς τὴν ἀλήθειαν· εἰ μὲν γὰρ ἀπὸ τοῦ σχήματος τῆς γενέσεως ἀπονενέμηται ἡμῖν ὁ δαίμων, κἀκεῖθεν αὐτὸν ἀνευρίσκομεν, πῶς ἂν ἀπολυσαίμεθα τὰ εἱμαρμένα διὰ τῆς γνώσεως τοῦ καθ’ εἱμαρμένην ἡμῖν δοθέντος δαίμονος; εἰ δὲ ἐκθυόμεθα ὄντως τὰ ἀναγκαῖα, ὥσπερ δὴ σὺ λέγεις, διὰ τοῦ δαίμονος, πῶς ἔτι καθ’ εἱμαρμένην ἡμῖν συγκεκλήρωται; Μάχεται μὲν οὖν οὑτωσὶ τὰ νῦν εἰρημένα πρὸς ἑαυτά, πρὸς δὲ τὴν ἀλήθειαν διαφωνεῖ· ἐπειδὴ οὐ πάντως ἀπὸ τοῦ σχήματος τῆς ἰδίας γενέσεως ὁ οἰκεῖος ἑκάστῳ δαίμων ἐφήκει, ἀλλ’ ἦν τις αὐτοῦ καὶ πρεσβυτέρα ἀρχὴ ταύτης, ἣν εἰσαῦθις μέτιμεν. καὶ διότι, εἰ μόνως ἐντεῦθεν ἐθεωρεῖτο κατιὼν ὁ δαίμων, οὐκ ἄρα ἦν εὐδαίμων ὁ τῆς τοῦ γενεσιουργοῦ δαίμονος εὐτυχήσας γνώσεως. τίς δ’ ἂν καὶ ὁδηγὸν αὐτὸν λάβοι πρὸς τὴν τῶν εἱμαρμένων ἔκθυσιν, εἰ ἐπὶ τούτῳ δέδοται, ὥστε ἀποπληρῶσαι τὰ ἀπὸ τῆς εἱμαρμένης ἀπονεμόμενα; Ἔτι δ’ ἔμοιγε δοκεῖ μέρος τι τῆς τοῦ δαίμονος θεωρίας καὶ τοῦτο ἔσχατον εἶναι τὸ τοιοῦτον, τὸ δ’ ὅλον αὐτοῦ τῆς οὐσίας παραλείπεσθαι κατὰ τὴν τοιαύτην μέθοδον.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:9.3
Cite as
Iamblichus, De Mysteriis 9.3 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:9.3